Biblical Reading
To download this assignment as a pdf, click here: AGE Readings 18b.
Jesus speaks:
49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη. 50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.
51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν.
52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν,
53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ τὴν θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθεράν.
54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως·
55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται.
56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν καιρὸν δὲ τοῦτον πῶς οὐκ οἴδατε δοκιμάζειν;
κατὰ Λουκᾶν 12:49-56
ἀλλ’ ἢ but rather
ἀνατέλλουσαν (fem. acc. sg.) rising
ἀνήφθη < ἀνάπτω set on fire
βαπτισθῆναι < βαπτίζω
βάπτισμα –ματος τό baptism
διαμερισμός –οῦ ὁ division
διαμερισθήσονται (3rd pl. fut. indic. pass.)
divide
διαμεμερισμένος –η –ον divided
δοκιμάζω interpret
δυσὶ ~ δυοῖν
δυσμαί -ῶν αἱ the West
ἤδη already
ἴδητε ~ εἴδετε
καύσων –ωνος ὁ heat
νεφέλη –ης ἡ cloud
νότος –ου ὁ south wind
νύμφη –ης ἡ daughter-in-law
οἴδατε (2nd pl. indic. act.) know
ὄμβρος –ου ὁ shower
ὅταν ~ ὅτε
ὅτου the time when
οὐχί no, not
παρεγενόμην (1st sg. aor. indic. mid.) arrive
πενθερά –ᾶς ἡ mother-in-law
πνέοντα (masc. acc. sg.) blowing
συνέχω constrain, distress
τελεσθῇ (3rd sg. aor. pass.) accomplish
ὑποκριτής –οῦ ὁ hypocrite