Reading Passages: Biblical

Biblical Reading

 

To download this assignment as a pdf, click here: AGE Readings 22b.

Jesus performs some miracles:

21. ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. 22. ὁ δὲ Ἰησοῦς λέγει αὐτῷ, Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.

23. Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24. καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν. 25. καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες, Κύριε, σῶσον, ἀπολλύμεθα. 26. καὶ λέγει αὐτοῖς, Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27. οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες, Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;

28. Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29. καὶ ἰδοὺ ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30. ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31. οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. 32. καὶ εἶπεν αὐτοῖς, Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.

κατὰ Μαθθαῖον 8.21-32

 

ἀγέλη –ης ἡ herd

βασανίζω test, punish, torture

βόσκω feed

γαλήνη –ης ἡ calm

Γαδαρηνοί –ων οἱ Gardarenes

δαιμονίζομαι be possessed by a demon

δειλός –η –ον afraid

ἐγείρω wake up, get up

ἐμβαίνω embark, walk on

ἐπιτιμάω rebuke

ἐπιτρέπω let, permit

θάπτω bury

ἰδοῦ Look!

ἰσχύω be strong (enough to… )

καθεύδω sleep

καλύπτω cover, hide

κρημνός –οῦ ὁ steep bank

κύμα –ατος τό wave

λίαν very, too much

μακράν far, a long way off

ὀλιγόπιστος –ον of little faith

ὁρμάω hurry, rush

παρέρχομαι come/go by

πέραν τό the other side

ποταπός –ή –όν what sort of?

προσέρχομαι come/go to

σεισμός –ου ὁ storm

ὑπακούω listen to, obey

ὑπαντάω meet

χοῖρος –ου ὁ pig

ὥστε so that (result)

 

 

 

License

Icon for the Creative Commons Attribution 4.0 International License

Ancient Greek for Everyone by Wilfred E. Major and Michael Laughy is licensed under a Creative Commons Attribution 4.0 International License, except where otherwise noted.