Biblical Reading
To download this assignment as a pdf, click here: AGE Readings 21b.
The Last Supper:
7 ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα. 8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών, Πορευθέντες ἑτοιμάσατε* ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. 9 οἱ δὲ εἶπαν αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσωμεν; 10 ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε* αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται. 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε*. 13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. 14 καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ. 15 καὶ εἶπεν πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν, Λάβετε* τοῦτο καὶ διαμερίσατε* εἰς ἑαυτούς· 18 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, Τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε* εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. 21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης· 22 ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται. 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
κατὰ Λουκᾶν 22:7-23
ἄζυμος -ον unleavened
ἄμπελος –ου ὁ vine
ἀνάγαιον –ου τό upstairs room
ἀνάμνησις –εως ἡ reminder
ἀναπίπτω sit at the table
ἀποστέλλω send
βαστάζω carry
γένημα –ατος τό product
δειπνέω dine, eat
διαμερίζω divide
ἔδει “it was necessary”
εἴη ~ ἐστι
εἰρήκει “he had said”
εἰσπορεύομαι go inside
ἐκεῖ there
ἔλθῃ ~ ἦλθε
ἐπιθυμέω want, desire
ἐστρωμένος –η -ον furnished
ἑτοιμάσωμεν ~ ἑτοιμῆσαι
ἐκχυννόμενος –η –ον poured out
ἕως until
θύω sacrifice
ἰδοῦ Look!
ἵνα so that, in order to
καθώς just as
κατάλυμα –ατος τό guest room
κεράμιον –ου τό (clay) jar
κλάω break
νῦν now
οἰκοδεσπότης –ου ὁ house owner
ὅπου where
ὅτου, οὗ time when
οὐαὶ Woe to…!
πάσχα τό Passover lamb (indeclinable)
πίω “I may drink”
πλήν but yet
πληρωθῇ ~ ἐπληρώθη
ποῦ where?
συζητέω question
συναντάω meet
τράπεζα –ης ἡ table
φάγω “I may eat” cf. φάγωμεν
ὡρισμέν ος –η –ον determined
ὡσαύτως in the same way
* These verbs are delivered as commands.