Reading Passages
Assignment
1. Read the entire passage aloud in Greek.
2. Vocabulary and commentary is provided for each verse. For words that do not appear in the vocabulary, please use your dictionary.
3. Translate the passage. As you translate the sentences, pay careful attention to words that go together, such as prepositional phrases and relative clauses. Breaking the sentences up into logical units is oftentimes a better first approach than attempting to translate all the words in succession.
To download this assignment as a pdf, click here: AGE Readings 13.
Biblical Readings
Jesus’ final conversation with his apostles. Jesus says:
4 καὶ ὅπου ὑπάγω οἴδατε τὴν ὁδόν.
5 λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;
6 λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ.
7 εἰ ἐγνώκατέ με, καὶ τὸν πατέρα μου γνώσεσθε· καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.
8 λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν.
9 λέγει αὐτῷ ὁ Ἰησοῦς, Τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ. 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε.
12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι· 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· 14 ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου ἐγὼ ποιήσω.
κατὰ Ἰωάννην 14:4-14
αἰτήσητε ~ αἰτεῖτε
ἄν marks a hypothetical situation
ἀρκέω be enough
ἄρτι now
δεῖξον (command) show!
δοξασθῇ (3rd sg) is glorified
ζωή -ης ἡ life
ἐάν ~ εἰ
ἔγνωκάς (2nd sg) ἐγνώκατε (2nd pl) have known
εἰδέναι (inf act) know
ἑώρακεν (3rd sg) ἑωράκατε (2nd pl) has/have seen
ἑωρακώς –ότος ὁ one who has seen
ἵνα so that
κἀκεῖνος = καὶ ἐκεῖνος
Κύριε Lord!
μένων –οντος ὁ remaining, abiding
μεῖζον –ονος τό greater
οἴδαμεν (1st pl) οἴδατε (2nd pl) know
ὅπου where
οὐδεὶς –ένος ὁ no one
πιστεύων –οντος ὁ believer
ποῦ where?
πῶς how?
ῥήμα –ματος τό speech
ὑπάγω go away