Biblical Reading
To download this assignment as a pdf, click here: AGE Readings 20b.
At the Last Supper, a dispute about greatness:
24 ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. 27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. 28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν 30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.
κατὰ Λουκᾶν 22:24-30
ἀνακείμενος –η –ον seated
βασιλεία –ας kingdom
γινέσθω “Let…become”
διακονῶν –οῦντος ὁ server
διαμεμενηκώς –ότες ὁ one who has remained διατίθημι give, appoint
ἐξουσιάζων –οντος ὁ one in power
ἔσθητε ~ ἐσθίετε
εὐεργέτης –ου ὁ benefactor
ἡγούμενος –ου ὁ leader
ἵνα so that, in order to
κἀγὼ ~ καὶ ἐγὼ
καθώς just as
κρίνων –οντος ὁ judges, judging
κυριεύω lord it over (+ gen.)
πειρασμός –οῦ ὁ time of trial
πίνητε ~ πίνετε
τραπέζη –ης ἡ table
φιλονεικία –ᾶς ἡ argument